Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.231 Joseph. AJ 1.236 (English) >>Joseph. AJ 1.241

1.234μαθὼν δὲ αὐτοῦ τὸ πρόθυμον καὶ τὴν ὑπερβολὴν τῆς θρησκείας ἥδεσθαι μὲν οἷς αὐτῷ παρέσχεν, οὐχ ὑστερήσειν δὲ αὐτὸν ἀεὶ πάσης ἐπιμελείας καὶ τὸ γένος ἀξιοῦντα, ἔσεσθαί τε τὸν υἱὸν αὐτοῦ πολυχρονιώτατον καὶ βιώσαντα εὐδαιμόνως παισὶν ἀγαθοῖς καὶ γνησίοις παραδώσειν μεγάλην ἡγεμονίαν. 1.235προεδήλου τε τὸ γένος τὸ αὐτῶν εἰς ἔθνη πολλὰ καὶ πλοῦτον ἐπιδώσειν, καὶ μνήμην αἰώνιον αὐτῶν ἔσεσθαι τοῖς γενάρχαις, τήν τε Χαναναίαν ὅπλοις κατακτησαμένους ζηλωτοὺς ἔσεσθαι πᾶσιν ἀνθρώποις. 1.236ταῦτα θεὸς εἰπὼν κριὸν ἐκ τἀφανοῦς παρήγαγεν αὐτοῖς εἰς τὴν ἱερουργίαν. οἱ δὲ παρʼ ἐλπίδας αὐτοῦ κεκομισμένου καὶ τοιούτων ἀγαθῶν ἐπαγγελίας ἀκηκοότες ἠσπάζοντό τε ἀλλήλους καὶ θύσαντες ἀπενόστησαν πρὸς τὴν Σάρραν καὶ διῆγον εὐδαιμόνως ἐφʼ ἅπασιν οἷς ἐθελήσειαν τοῦ θεοῦ συλλαμβάνοντος αὐτοῖς. 1.237

Καὶ Σάρρα μὲν οὐ πολὺ ὕστερον ἀποθνήσκει βιώσασα ἔτη ἑπτὰ καὶ εἴκοσι πρὸς τοῖς ἑκατόν. θάπτουσι δʼ αὐτὴν ἐν Νεβρῶνι συγχωρούντων μὲν τῶν Χαναναίων καὶ δημοσίᾳ χοῦν αὐτῆς τὸν τάφον, Ἁβράμου δὲ ὠνησαμένου τὸ χωρίον σίκλων τετρακοσίων παρʼ Ἐφραίμου τινὸς ἐκ τῆς Νεβρῶνος. καὶ τὰ μνημεῖα Ἅβραμός τε καὶ οἱ ἀπόγονοι αὐτοῦ ταύτῃ κατεσκευάσαντο. 1.238

Γαμεῖ δʼ αὐτὸς Κατούραν ὕστερον, ἐξ ἧς αὐτῷ παῖδες ἓξ γίνονται πρός τε πόνους καρτεροὶ καὶ δεινοὶ συνιέναι, Ζεμβράνης Ἰαζάρης Μαδάνης Μαδιάνης Λουσούβακος Σοῦος. φύονται δὲ καὶ τούτοις παῖδες· καὶ Σούου μὲν Σαβακίνης γίνεται καὶ Δαδάνης, τούτου δὲ Λατούσιμος Ἄσσουρις Λούουρις· Μαδάνου δὲ Ἠφᾶς Ἑώφρην Ἄνωχος Ἐβιδᾶς Ἐλδᾶς.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.231 Joseph. AJ 1.236 (English) >>Joseph. AJ 1.241

Powered by PhiloLogic